Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.260 Joseph. AJ 19.266 (English) >>Joseph. AJ 19.272

19.264παρακαθίζεται δὲ αὐτῷ τὸν ὕπατον ἐξαρπάσας τοῦ κινδύνου, τῶν δὲ συγκλητικῶν ὅσον ἦν σὺν τῷ Κοΐντῳ οὐ μεθʼ ὁμοίας ἐδέχετο τιμῆς· τινὲς δὲ καὶ πληγὰς ἔλαβον αὐτῶν ἀνωθούμενοι τῆς πρὸς αὐτὸν ἐντεύξεως, Ἀπώνιος δὲ τραυματίας ἀνεχώρει, ἦν τε κίνδυνος περὶ πάντας αὐτούς. 19.265καὶ Ἀγρίππας βασιλεὺς προσελθὼν τῷ Κλαυδίῳ ἀξιοῖ τοῖς συγκλητικοῖς ἠπιώτερον καταστῆναι· γενομένου γάρ τινος κακοῦ περὶ τὴν βουλὴν οὐχ ἕξειν ὧν ἄρξειεν ἑτέρων. 19.266πείθεται δὲ Κλαύδιος καὶ συγκαλεῖ τὴν βουλὴν ἐπὶ τοῦ Παλατίου διὰ τῆς πόλεως φερόμενος παραπέμποντος αὐτὸν τοῦ στρατιωτικοῦ σὺν πολλῇ πάνυ κακώσει τῆς πληθύος. 19.267προεξῄεσαν δὲ τῶν Γαΐου σφαγέων εἰς τὸ φανερώτερον Χαιρέας καὶ Σαβῖνος εἰργόμενοι προόδων κατʼ ἐπιστολὰς Πολλίωνος, ὃν μικρῷ πρότερον Κλαύδιος στρατηγὸν ᾕρητο τῶν σωματοφυλάκων. 19.268Κλαύδιος δέ, ἐπείπερ εἰς τὸ Παλάτιον ἀφικνεῖται συναγαγὼν τοὺς ἑταίρους ψῆφον ἀνεδίδου περὶ Χαιρέου. τοῖς δὲ τὸ μὲν ἔργον λαμπρὸν ἐδόκει, ἀπιστίαν δʼ ἐπεκάλουν τῷ πεπραχότι καὶ αὐτῷ τιμωρίαν ἐπιβάλλειν δίκαιον ἡγοῦντο ἐπʼ ἀποτροπῇ τοῦ μέλλοντος χρόνου. 19.269ἀπήγετο οὖν τὴν ἐπὶ θανάτῳ καὶ σὺν αὐτῷ Λοῦππός τε καὶ Ῥωμαίων πλείους. λέγεται δὲ Χαιρέας μεγαλοφρόνως ἐνεγκεῖν τὴν συμφορὰν οὐ μόνον τῷ κατʼ αὐτὸν ἀμεταπτώτῳ τοῦ σχήματος, ἀλλὰ καὶ οἷς ὀνειδίσειεν Λοῦππον εἰς δάκρυα ἐκτετραμμένον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.260 Joseph. AJ 19.266 (English) >>Joseph. AJ 19.272

Powered by PhiloLogic